ΔΕΝ ΘΑ

Να θυμάστε

Gorgias φλεγόμενος

Στίγμα Θέσεων

Κάρ.Παπούλιας 24.07.08

Περιμένοντας τους Βαρβάρους

Κλίκαρε στο Οριζόντιο μενού, για:

Οι 9 τελευταίες αναρτήσεις μου

Δευτέρα 15 Μαρτίου 2010

Μενάνδρου, Γνῶμαι Μονόστιχοι - Menander, Monostichoi Gnomai

ΜΕΝΑΝΔΡΟΥ Γνώμαι, έργο του: 864.... ΑλφαΒητικοί Μονόστιχοι.
Ἄνθρωπον ὄντα δεῖ φρονεῖν τἀνθρώπινα.
Ἀναφαίρετον κτῆμ᾽ ἐστὶ παιδεία βροτοῖς.
Ἀεὶ τὸ λυποῦν ἐκδίωκε τοῦ βίου.
Αὐτά σε διδάσκει τοῦ βίου τὰ πράγματα.
Ἀθάνατον ἔχθραν μὴ φύλαττε θνητὸς ὤν.
Ἅπαξ ἀκοῦσαι τοὺς ἐλευθέρους καλόν.
Ἃ ψέγομεν ἡμεῖς, ταῦτα μὴ μιμώμεθα.
Ἅπαν τὸ κέρδος ἄδικον ὂν φέρει βλάβην.
Ἅπαντα καιρῷ χάριν ἔχει τρυγώμενα.
Ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης.
Ἄδικον τὸ λυπεῖν τοὺς φίλους ἑκουσίως.
Ἀχάριστος, ὅστις εὖ παθὼν ἀμνημονεῖ.
Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
Ἀγαθὸν μέγιστον ἡ φρόνησίς ἐστ᾽ ἀεί.
Ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.
Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
Ἀβουλίᾳ γὰρ πολλὰ βλάπτονται βροτοί.
Ἄνθρωπον ὄντα σαυτὸν ἀναμίμνησκ᾽ ἀεί.
Ἀνεξέταστον μὴ κόλαζε μηδένα.
Ἀφεὶς τὰ φανερὰ μὴ δίωκε τἀφανῆ.
Ἀνὴρ πονηρὸς δυστυχεῖ, κἂν εὐτυχῇ.
Ἄνθρωπος ὢν γίνωσκε τῆς ὀργῆς κρατεῖν.
Ἅπαντας αὑτῶν κρείσσονας ἀνάγκη ποιεῖ.
Αἰσχρὸν δὲ μηδὲν πρᾶττε, μηδὲ μάνθανε.
Ἀνδρὸς πονηροῦ φεῦγε συνοδίαν ἀεί.
Ἀνδρῶν δὲ φαύλων ὅρκον εἰς ὕδωρ γράφε.
Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Ἀνδρὸς δικαίου καρπὸς οὐκ ἀπόλλυται.
Ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε.
Ἄνθρωπος ἀτυχῶν σῴζεθ᾽ ὑπὸ τῆς ἐλπίδος.
Ἀνὴρ γὰρ ἄνδρα καὶ πόλις σῴζει πόλιν.
Ἀνὴρ ἄριστος οὐκ ἂν εἴη δυσγενής.
Ἀνδρὸς πονηροῦ σπλάγχνον οὐ μαλάσσεται.
Ἀνδρὸς κακῶς πράττοντος ἐκποδὼν φίλοι.
Ἀλαζονείας οὔτις ἐκφεύγει δίκην.
Ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία.
Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλ᾽ ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται.
Ἅπαντ᾽ ἀφανίζει γῆρας, ἰσχὺν σώματος, ἀκοήν, ὅρασιν, κάλλος, οὐκέθ᾽ ἡδονή.
Ἄριστόν ἐστι πάντ᾽ ἐπίστασθαι καλά.
Ἀεὶ δ᾽ ὁ σωθείς ἐστιν ἀχάριστος φύσει· ἅμ᾽ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις.
Ἄνευ προφάσεως οὐδὲν ἀνθρώποις κακόν.
Ἀνελεύθεροι γάρ εἰσιν οἱ φιλάργυροι.
Ἆρ᾽ ἐστὶ θυμοῦ φάρμακον χρηστὸς λόγος;
Ἅπαντας εὖ πράττοντας ἥδομαι φίλους.
Ἃ μὴ προσήκει μήτ᾽ ἄκουε μήθ᾽ ὅρα.
Ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος.
Ἅπαντας ἡ παίδευσις ἡμέρους τελεῖ.
Αἱ δ᾽ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν.
Αὐτὸς πενωθεὶς τοῖς ἔχουσι μὴ φθόνει.
Ἆρ᾽ ἐστὶ πάντων ἀγρυπνία καλλίστατον;
Ἆρ᾽ ἐστὶ συγγενές τι λύπη καὶ βίος;
Ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος.
Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται.
Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,αὐτοὶ δ᾽ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
Ἄρεσκε πᾶσι καὶ σὺ μὴ σαυτῷ μόνῳ.
Ἀνουθέτητόν ἐστιν ἡ παρρησία.
Ἀνὴρ ἄβουλος εἰς κενὸν μοχθεῖ τρέχων. Ἀνὴρ δίκαιος πλοῦτον οὐκ ἔχει ποτέ.
Ἀρχὴν νόμιζε τὸν θεὸν φοβεῖσθαι.
Ἀνδρῶν δικαίων ἔρχε᾽ εἰς σωτηρίαν.
Ἄνευ δὲ λύπης οὐδὲ εἷς βροτῶν βίος.
Ἀδίκοις φίλοισιν ἢ κακοῖς μὴ συμπλέκου.
Ἀνὴρ δ᾽ ἄβουλος ἡδοναῖς θηρεύεται.
Ἀρχῆς ἁπάσης ἡγεμὼν ἔστω λόγος.
Ἀρετῆς ἁπάσης σεμνὸς ἡγεῖται λόγος.
Αὐθαίρετος λύπη ᾽στὶν ἡ τέκνων σπορά.
Ἀνδρὸς καλῶς πράττοντος ἐγγὺς οἱ φίλοι.
Ἄξεις ἀλύπως τὸν βίον χωρὶς γάμου.
Ἀβέβαιός ἐστι πλοῦτος, ἐάν τις εὖ φρονῇ.
Ἂν εὖ φρονῇς, τὰ πάντα γ᾽ εὐδαίμων ἔσῃ.
Ἄλλος καθεύδων ἥδετ᾽, ἄλλος ἐσθίων.
Ἀνάπαυσις ὕπνος ἐστὶ πάντων τῶν κακῶν.
Ἀεὶ πονηρόν ἐστι τἀνθρώπων γένος.
Ἄρεσκε πλήθει καθ᾽ ἕνα φιλοτιμούμενος.
Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην,
ἀλλ᾽ ἠλλάγη τὸ λεχθὲν ἐν τῷ νῦν βίῳ· ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τἀγαθά.
Ἅπασιν ἡμῖν ἡ συνείδησις θεός.
Ἀνώμαλοι πλάστιγγες ἀστάτου τύχης.
Ἄγει πονηρὰ πρᾶξις εἰς κακὸν κλέος.
Ἄγρυπνον ὄμμα τοὺς λογισμοὺς εἰσβλέπει.
Ἀνὴρ ἀπειθὴς εἰς ἐχθρῶν πίπτει δόλους, αὐτὸς γὰρ οἶδεν οὐδ᾽ὲν εἷς τὸ συμφέρον.
Ἀπῆλθεν οὐδεὶς τῶν βροτῶν πλοῦτον φέρων.
Ἄκουε πάντα καὶ λάλει καιρῷ, φίλος.
Ἀφίλητος εἶναι μὴ θελήσῃς ἐν βίῳ.
Ἄμεινόν ἐστιν ἀνδρὶ μὴ γαμετὴν ᾽ἐκτρέφειν.
Ἀμελοῦντα τοῦ ζῆν οὐκ ἔνεστ᾽ εὐσχημονεῖν.
Ἀκμὴ τὸ σύνολον οὐδὲν ἄνθους διαφέρει.
Ἀεὶ κράτιστόν ἐστι τἀσφαλέστατον.
Ἀγαθὰ προθύμως καὶ λάλει καὶ μάνθανε.
Ἄκουε πάντων, ἐκλέγου δ᾽ ἃ συμφέρει.
Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
Βιοῦν ἀλύπως θνητὸν ὄντ᾽ οὐ ῥᾴδιον.
Βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσι σκόπει.
Βραδὺς πρὸς ὀργὴν κἀγκρατὴς φέρειν γενοῦ.
Βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις.
Βάδιζε τὴν εὐθεῖαν, ἵνα δίκαιος ᾖς.
Βούλου δ᾽ ἀρέσκειν πᾶσι, μὴ σαυτῷ μόνῳ.
Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν.
Βουλόμεθα πλουτεῖν πάντες, ἀλλ᾽ οὐ δυνάμεθα.
Βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται βίον.
Βίος κέκληται δ᾽ ὡς βίᾳ πορίζεται.
Βροτοῖς ἅπασιν ἡ συνείδησις θεός.
Βίου δικαίου γίγνεται τέλος καλόν.
Βουλῆς γὰρ ὀρθῆς οὐδὲν ἀσφαλέστερον.
Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται.
Βουλὴν ἅπαντος πράγματος προλάμβανε.
Βλάπτει τὸν ἄνδρα θυμὸς εἰς ὀργὴν πεσών.
Βούλου γονεῖς πρώτιστον ἐν τιμαῖς ἔχειν.
Βοηθὸς ἴσθι τοῖς καλῶς εἰργασμένοις.
Βίος βίου δεόμενος οὐκ ἔστιν βίος.
Βέλτιόν ἐστι σῶμά γ᾽ ἢ ψυχὴν νοσεῖν.
Βίου σπάνις πέφυκεν ἀνδράσιν γυνή.
Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ τρέφῃς.
Βλάβος φέρει σοι κέρδος ἄδικον ἅπαν.
Βίος ἐστίν, ἄν τις τῷ βίῳ χαίρῃ βιῶν.
Βλέπων πεπαίδευμ᾽ εἰς τὰ τῶν ἄλλων κακά.
Βακτηρία γάρ ἐστι παιδεία βίου.
Βίος μὲν οὐδεὶς σκαιὸν ἔργον εἰσφέρει.
Βραβεῖον ἀρετῆς ἐστιν εὐπαιδευσία.
Βουλὴν γερόντων πᾶσαν εἰς πρᾶξιν λαβέ.
Βουλῆς ἄμεινον οὐδέν ἐστιν ἐν βίῳ.
Βουλῇ πονηρᾷ μηδ᾽ ὅλως κρατεῖν θέλε.
Βίος πονηρὸς εἰς κακὸν φέρει τέλος.
Βέβαιος οὐδεὶς ἄρτι τῶν φίλων μένει.
Βαβαὶ τὸ μικρὸν ὄμμα πῶς πολλὰ βλέπει.
Βίον κρατύνει μῦθος ἢ χρυσὸς βροτοῦ.
Βάρος μολίβδου καὶ κακῶν βροτῶν ἴσον.
Βούλου τὸ πρῶτον εὐσεβεῖν πρὸς τὸν θεόν.
Βουλὴ πονηρὰ χρηστὸν οὐκ ἔχει τέλος.
Βάδισμα καὶ στόλισμα σύμμετρον φέρε.
Γλώσσης μάλιστα πανταχοῦ πειρῶ κρατεῖν.
Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.
Γίνωσκε σαυτὸν νουθετεῖν ἄλλους θέλων.
Γυναιξὶ πάσαις κόσμον ἡ σιγὴ φέρει.
Γυναικὸς ἐσθλῆς ἐστι σῴζειν οἰκίαν.
Γυνὴ γὰρ οἴκῳ πῆμα καὶ σωτηρία.
Γυναικὶ μὴ πίστευε τὸν σαυτοῦ βίον.
Γυνὴ γὰρ οὐδὲν οἶδε πλὴν ὃ βούλεται.
Γέλως ἄκαιρος κλαυθμάτων παραίτιος.
Γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται.
Γέρων ἐραστὴς ἐσχάτη κακὴ τύχη.
Γαμεῖν ὁ μέλλων εἰς μετάνοιαν ἔρχεται.
Γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία.
Γυνὴ δικαία τοῦ βίου σωτηρία.
Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
Γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν.
Γράμματα μαθεῖν δεῖ καὶ μαθόντα νοῦν ἔχειν.
Γυνὴ τὸ σύνολόν ἐστι δαπανηρὸν φύσει.
Γάμει δὲ μὴ τὴν προῖκα, τὴν γυναῖκα δέ.
Γυνὴ δὲ χρηστὴ πηδάλιόν ἐστ᾽ οἰκίας.
Γήρως δὲ φαύλου τίς γένοιτ᾽ ἂν ἐντροπή;
Γυναικὶ δ᾽ ἄρχειν οὐ δίδωσιν ἡ φύσις.
Γνῶμαι δ᾽ ἀμείνους εἰσὶ τῶν γεραιτέρων.
Γάμος γὰρ ἀνθρώποισιν εὐκταῖον κακόν.
Γαμεῖν δὲ μέλλων βλέψον εἰς τοὺς γείτονας.
Γύμναζε παῖδας· ἄνδρας οὐ γὰρ γυμνάσεις.
Γονεῖς δὲ τίμα καὶ φίλους εὐεργέτει.
Γυνὴ δ᾽ ὅλως οὐ συμφέρον βουλεύεται.
Γνώμη γερόντων ἀσφαλεστέρα νέων.
Γελᾷ δ᾽ ὁ μῶρος, κἄν τι μὴ γελοῖον ᾖ.
Γυνὴ γυναικὸς πώποτ᾽ οὐδὲν διαφέρει.
Γυνὴ δὲ κολακεύει σε τοῦ λαβεῖν χάριν.
Γέρων γενόμενος μὴ γάμει νεωτέραν.
Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται.
Γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.
Γυναικὶ μὴ πίστευε μηδ᾽ ὅταν θάνῃ.
Γέλως τὰ σεμνὰ τοῦ βίου τοῖς σώφροσιν.
Γνωρίζεται πᾶς ἐκ χιτῶνος τὸν βίον.
Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς θέλε.
Δεῖ τοὺς φιλοῦντας πίστιν, οὐ λόγους ἔχειν.
Δοῦλος πεφυκὼς εὐνόει τῷ δεσπότῃ.
Δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.
Δίκαιον εὖ πράττοντα μεμνῆσθαι θεοῦ.
Δίκαιος ἴσθι, ἵνα δικαίων δὴ τύχῃς.
Διπλῶς ὁρῶσιν οἱ μαθόντες γράμματα.
Δύναμις πέφυκε τοῖς βροτοῖς τὰ χρήματα.
Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
Δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ.
Διάλυε, μὴ σύγκρουε μαχομένους φίλους.
Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται.
Δοὺς τῇ τύχῃ τὸ μικρὸν ἐκλήψῃ μέγα.
Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ᾽ εὐτυχεῖς.
Δίκαια δράσας συμμάχους ἕξεις θεούς.
Δεινότερον οὐδὲν ἄλλο μητρυιᾶς κακόν.
Δειλοῦ γὰρ ἀνδρὸς δειλὰ καὶ φρονήματα.
Δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
Δίωκε δόξαν κἀρετήν, φεῦγε ψόγον.
Δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσῃ νόμῳ.
Δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Δόλιον γὰρ ἄνδρα φεῦγε παρ᾽ ὅλον τὸν βίον.
Δαίμων ἐμαυτῷ γέγονα γήμας πλουσίαν.
Δούλου γὰρ οὐδὲν χεῖρον οὐδὲ τοῦ καλοῦ.
Δίδου πένησιν ὡς λάβῃς θεὸν δότην.
Δίκαιον ὀρθῶς καὶ δικαίως δικάσῃ.
Δήμους σοφῶν ὅδευε καὶ χάριν τύχῃς.
Διὰ τῆς σιωπῆς πικρότερον κατηγόρει.
Δυσπαρακολούθητόν τι πρᾶγμ᾽ ἐστὶν τύχη.
Διὰ τὰς γυναῖκας πάντα τὰ κακὰ γίγνεται.
Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκροῦσαι λίθον.
Δίκαιος ἐὰν ᾖς, πανταχοῦ λαληθήσῃ.
Δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
Δοῦλος γεγονὼς ἑτέρῳ δουλεύειν φοβοῦ.
Δίκαιος ἴσθι καὶ φίλοισι καὶ ξένοις.
Διὰ πενίαν σὺ μηδενὸς καταφρόνει.
Ἔπαινον ἕξεις, ἂν κρατῇς ὧν δεῖ κρατεῖν.
Ἔρως δίκαιος καρπὸν εὐθέως φέρει.
Ἐσθλῷ γὰρ ἀνδρὶ ἐσθλὰ καὶ διδοῖ θεός.
Ἔλπιζε τιμῶν τοὺς θεοὺς πράξειν καλῶς.
Ἐν ταῖς ἀνάγκαις χρημάτων κρείττων φίλος.
Ἐλεύθερον φύλαττε τὸν σαυτοῦ τρόπον.
Ἐπ᾽ ἀνδρὶ δυστυχοῦντι μὴ πλάσῃς κακόν.
Εὐχῆς δικαίας οὐκ ἀνήκοος θεός.
Ἐκ τῶν γυναικῶν ὄλλυται κόσμος μέγας.
Ἐν τοῖς κακοῖς δὲ τοὺς φίλους εὐεργέτει.
Ἔργων πονηρῶν χεῖρ᾽ ἐλευθέραν ἔχε.
Ἐκ τῶν πόνων τοι τἀγάθ᾽ αὔξεται βροτοῖς.
Ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται.
Ἔνεγκ᾽ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως.
Ἐχθροὺς ἀμύνου μὴ ᾽πὶ τῇ σαυτοῦ βλάβῃ.
Ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ᾽ ὁρᾷ.
Εὔτολμος εἶναι κρῖνε, τολμηρὸς δὲ μή.
Ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου.
Ἔρωτα παύει λιμὸς ἢ χαλκοῦ σπάνις.
Εὔτακτον εἶναι τἀλλότρια δειπνοῦντα δεῖ.
Ἑαυτὸν οὐδεὶς ὁμολογεῖ κακοῦργος ὤν.
Ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δ᾽ οὔ.
Ἔνεισι καὶ γυναιξὶ σώφρονες τρόποι.
Ἐν γὰρ γυναιξὶ πίστιν οὐκ ἔξεστ᾽ ἰδεῖν.
Ἐλευθέρου γάρ ἐστι τἀληθῆ λέγειν.
Ἔστιν τι κἀν κακοῖσιν ἡδονῆς μέτρον.
Ἔνιοι κακῶς φρονοῦσι πράττοντες καλῶς.
Ἐχθροῖς ἀπιστῶν οὔποτ᾽ ἂν πάθοις βλάβην.
Ἐὰν δ᾽ ἔχωμεν χρήμαθ᾽, ἕξομεν φίλους.
Ἐχθροῦ παρ᾽ ἀνδρὸς οὐδέν ἐστι χρήσιμον.
Εὐκαταφρόνητός ἐστι σιγηρὸς τρόπος.
Εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
Ἐμπειρία γὰρ τῆς ἀπειρίας κρατεῖ.
Ἐπιλανθάνονται πάντες οἱ παθόντες εὖ, ἔνιοι δὲ καὶ μισοῦσι τοὺς εὐεργέτας.
Εἰ μὴ φυλάσσεις μίκρ᾽, ἀπολεῖς τὰ μείζονα.
Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.
Εὔχου δ᾽ ἔχειν τι, κἂν ἔχῃς, ἕξεις φίλους.
Ἔστιν τὸ τολμᾶν, ὦ φίλ᾽, ἀνδρὸς οὐ σοφοῦ.
Εὔπειστον ἀνὴρ δυστυχὴς καὶ λυπούμενος.
Ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.
Ἐλεεινότατόν μοι φαίνετ᾽ ἀτυχία φίλου.
Ἐν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.
Εὐνοῦχος ἄλλο θηρίον τῶν ἐν βίῳ.
Ἔλπιζε πάντα μέχρι γήρως θνητὸς ὤν.
Εἰς τὰς μεταβολὰς δεῖ σε τῆς τύχης σκοπεῖν.
Ἔργοις φιλόπονος ἴσθι, μὴ λόγοις μόνον.
Εὑρεῖν τὸ δίκαιον πανταχῶς οὐ ῥᾴδιον.
Ἐνίοις τὸ σιγᾶν κρεῖττόν ἐστι τοῦ λαλεῖν.
Ἐν παντὶ δεῖ τρόπῳ τὸν ἄνδρα γ᾽ εὖ φρονεῖν.
Ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον.
Εἰσὶν καταφυγὴ πᾶσιν οἱ χρηστοὶ φίλοι.
Ἔχει τὸ πικρὸν τῆς γεωργίας γλυκύ.
Ἐν πλησμονῇ μέγιστον ἡ Κύπρις κράτος.
Εἰκὼν δὲ βασιλεύς ἐστιν ἔμψυχος θεοῦ.
Ἐν δ᾽ εὐπροσηγόροισιν ἔστι τις χάρις.
Ἔλεγχε σαυτὸν ὅστις εἶ πράττων κακῶς.
Ἐν ἀργύρῳ μάλιστα κρίνεται τρόπος.
Ἔχε δὲ μᾶλλον συνεσταλμένην γλῶσσαν.
Ζήσεις βίον κράτιστον, ἢν θυμοῦ κρατῇς.
Ζήτει σεαυτῷ καταλιπεῖν εὐδοξίαν.
Ζήτει γυναῖκα σύμμαχον τῶν πραγμάτων.
Ζῶμεν πρὸς αὐτὴν τὴν τύχην οἱ σώφρονες.
Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ᾽ ὡς δυνάμεθα.
Ζῆθι προσεχόντως ὡς μακρὰν ἐγγὺς βλέπων.
Ζήλου τὸν ἐσθλὸν ἄνδρα καὶ τὸν σώφρονα.
Ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος.
Ζῆν βουλόμενος μὴ πρᾶττε θανάτου γ᾽ ἄξια.
Ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον.
Ζῆν ἡδέως οὐκ ἔστιν ἀργὸν καὶ κακόν.
Ζῆν αἰσχρόν, οἷς ζῆν ἐφθόνησεν ἡ τύχη.
Ζήτει δὲ συνάγειν ἐκ δικαίων τὸν βίον.
Ζευχθεὶς γάμοισιν οὐκέτ᾽ ἔστ᾽ ἐλεύθερος.
Ζῆν οὐκ ἔδει γυναῖκα κατὰ πολλοὺς τρόπους.
Ζῶμεν ἀλογίστως προσδοκοῦντες μὴ θανεῖν.
Ζῆσον μετρήσας τὸν βίον πρὸς τὸν χρόνον.
Ἢ ζῆν ἀλύπως, ἢ θανεῖν εὐδαιμόνως.
Ἤθη πονηρὰ τὴν φύσιν διαστρέφει.
Ἦθος πονηρὸν φεῦγε καὶ κέρδος κακόν.
Ἡ γλῶσσα πολλοὺς εἰς ὄλεθρον ἤγαγεν.
Ἥδιστόν ἐστιν τῶν ὑπαρχόντων κρατεῖν.
Ἥδιστόν ἐστιν εὐτυχοῦντα νοῦν ἔχειν.
Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε.
Ἥξει τὸ γῆρας πᾶσαν αἰτίαν φέρον.
Ἡ γλῶσσ᾽ ἁμαρτάνουσα τἀληθῆ λέγει.
Ἡ φύσις ἑκάστῳ τοῦ γένους ἐστὶν πατρίς.
Ἦθος προκρίνειν χρημάτων γαμοῦντα δεῖ.
Ἡ δ᾽ ἁρπαγὴ μέγιστον ἀνθρώποις κακόν.
Ἡ φύσις ἁπάντων τῶν διδαγμάτων κρατεῖ.
Ἤθους δικαίου φαῦλος οὐ ψαύει λόγος.
Ἢ μὴ γάμει τὸ σύνολον ἢ γαμῶν κράτει.
Ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Ἡ δὲ παράκαιρος ἡδονὴ τίκτει βλάβην.
Ἡδύ γε δικαίους ἄνδρας εὐτυχεῖν ὁρᾶν.
Ἤθους δὲ βάσανός ἐστιν ἀνθρώποις χρόνος.
Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν.
Ἢ δεῖ σιωπᾶν ἢ λέγειν ἀμείνονα.
Ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις.
Ἡ γὰρ σιωπὴ μαρτυρεῖ τὸ μὴ θέλειν.
Ἡ μωρία δίδωσιν ἀνθρώποις κακά.
Ἤθη μετέρχου τὰ προσήκοντα ξένοις.
Ἡ κοιλία καὶ πολλὰ χωρεῖ κὠλίγα.
Ἡ δοῦσα πάντα καὶ κομίζεται φύσις.
Ἡ πενία δ᾽ ἀγνώμονάς γε τοὺς πολλοὺς ποιεῖ.
Ἡδύ γε πατὴρ φρόνησιν ἀντ᾽ ὀργῆς ἔχων.
Ἡ δὲ μετάνοια γίγνετ᾽ ἀνθρώποις κρίσις.
Ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει.
Ἡ δ᾽ ἀργία πέφυκεν ἀνθρώποις κακόν.
Ἡ γλῶσσά σου χαλινὸν ἐχέτω ἢ εὐκόπως λάλει·
Ἦθος κακοῦργον μακρὰν οἰκίζει θεοῦ.
Ἤθη τὰ πάντων ἐν χρόνῳ πειράζεται.
Θεὸν σέβου καὶ πάντα πράξεις εὐθέως.
Θεὸν προτίμα, δεύτερον δὲ τοὺς γονεῖς.
Θάλασσα καὶ πῦρ καὶ γυνὴ τρίτον κακόν.
Θέλων καλῶς ζῆν μὴ τὰ τῶν φαύλων φρόνει.
Θησαυρός ἐστι τῶν κακῶν κακὴ γυνή.
Θυμὸν πονηρὸν ἐκφυλάσσου παντελῶς.
Θεὸς πέφυκεν, ὅστις οὐδὲν δρᾷ κακόν.
Θησαυρός ἐστι τοῦ βίου τὰ πράγματα.
Θέλομεν καλῶς ζῆν πάντες, ἀλλ᾽ οὐ δυνάμεθα.
Θεὸς συνεργὸς πάντα ποιεῖ ῥᾳδίως.
Θεοὶ μέγιστοι τοῖς φρονοῦσιν οἱ γονεῖς.
Θορύβους ὀχλώδεις φεῦγε καὶ παροινίας.
Θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον.
Θεοῦ πέφυκε δῶρον εὐγνώμων τρόπος.
Θεὸς δὲ τοῖς ἀργοῖσιν οὐ παρίσταται.
Θνητὸς πεφυκὼς μὴ φρόνει γ᾽ ὑπέρθεα.
Θεράπευε τὸν δυνάμενον αἰεί σ᾽ ὠφελεῖν.
Θεῶν ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν.
Θυμῷ χαρίζου μηδὲν ἄνπερ νοῦν ἔχῃς.
Θυσία μεγίστη τῷ θεῷ τό γ᾽ εὐσεβεῖν.
Θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ.
Θηρῶν ἁπάντων ἀγριωτέρα γυνή. Θ
νητὸς πεφυκὼς τοὐπίσω πειρῶ βλέπειν.
Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν.
Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός.
Θνητὸς πεφυκὼς μὴ γέλα τεθνηκότα.
Θεὸν ἐπιορκῶν μὴ δόκει λεληθέναι.
Θυμοῦ κρατῆσαι κἀπιθυμίας καλόν.
Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
Θνητὸς γεγώς, ἄνθρωπε, μὴ φρόνει μέγα.
Θεοῦ τὸ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Θεὸν μὲν ἡγοῦ, δεύτερον δὲ τὴν τύχην.
Θανάτου μόνον οὐκ ἔστιν ἐπανόρθωμα.
Θεῷ προσεύχου πημάτων λαβεῖν λύσιν.
Θυμὸν φυλάττου· τὸ φρονεῖν γὰρ οὐκ ἔχει.
Ἱερὸν ἀληθῶς ἐστιν ἡ συμβουλία.
Ἴσον θεῷ σου τοὺς φίλους τιμᾶν θέλε.
Ἴσος ἴσθι πᾶσι, κἂν ὑπερέχῃς τῷ βίῳ.
Ἴσος ἴσθι τοῖς τρόποισι πλουτῶν ὡς πένης.
Ἴσχυε μέν, μὴ χρῶ δὲ συντόνως θράσει.
Ἰσχυρότερον δέ γ᾽ οὐδέν ἐστι τοῦ λόγου.
Ἰσότητα τίμα, μὴ πλεονέκτει μηδένα.
Ἱστοὶ γυναικῶν ἔργα κοὐκ ἐκκλησίαι.
Ἰὸς πέφυκεν ἀσπίδος κακὴ γυνή.
Ἱκανῶς βιώσεις γηροβοσκῶν τοὺς γονεῖς.
Ἰσότητα δ᾽ αἱροῦ καὶ πλεονεξίαν φύγε.
Ἰδών ποτ᾽ αἰσχρὸν πρᾶγμα μὴ συνεκδράμῃς.
Ἰσχυρὸν ὁ νόμος ἐστίν, ἂν ἄρχοντ᾽ ἔχῃ.
Ἱκανὸν τὸ νικᾶν ἐστι τοῖς ἐλευθέροις.
Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς.
Ἴσον ἐστὶν ὀργῇ καὶ θάλασσα καὶ γυνή.
Ἰσχυρὸν ὄχλος ἐστίν, οὐκ ἔχει δὲ νοῦν.
Ἴσος ἴσθι κρίνων καὶ φίλους καὶ μὴ φίλους.
Ἴση λεαίνης καὶ γυναικὸς ὠμότης.
Ἰδών τι κρυπτὸν μηδὲν ἐκφάνῃς ὅλως.
Ἱκέτην γέροντα καὶ πένητα μὴ προδῷς.
Ἴσχυε σοφίᾳ κἀρετῇ, χρόνῳ δὲ μή.
Ἰσχυρόν ἐστι πρᾶγμ᾽ ἀλήθει᾽ ὡς φύσις.
Ἰατρὸς ἀδόλεσχος ἐπὶ τῇ νόσῳ νόσος.
Ἴσον ἐστὶν εἰς πῦρ καὶ γυναῖκας ἐμπεσεῖν.
Καλὸν τὸ καιροῦ παντὸς εἰδέναι μέτρον.
Καιρὸς γάρ ἐστι τῶν νόμων κρείττων πολύ.
Κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός.
Κάλλιστόν ἐστι κτῆμα παιδεία βροτοῖς.
Κρίνει φίλους ὁ καιρός, ὡς χρυσὸν τὸ πῦρ.
Κακὸν μέγιστον ἐν βροτοῖς ἀπληστία.
Καιροὶ δὲ καταλύουσι τὰς τυραννίδας.
Κατ᾽ ἰδίαν φρόνησιν οὐδεὶς εὐτυχεῖ.
Κόλαζε τὸν πονηρόν, ἄνπερ δυνατὸς ᾖς.
Καλὸν τὸ μηδὲν εἰς φίλους ἁμαρτάνειν.
Κρίνειν τὸ δίκαιον, μὴ τὸ συμφέρον θέλε.
Κούφως φέρειν δεῖ τὰς παρεστώσας τύχας.
Καλὸν γυναικὸς εἰσορᾶν καλοὺς τρόπους.
Καιροῦ τυχὼν καὶ πτωχὸς ἰσχύει μέγα.
Κακοῦ μεταβολὴν ἀνδρὸς οὐ δεῖ προσδοκᾶν.
Καλὸν τὸ γηρᾶν καὶ τὸ μὴ γηρᾶν πάλιν.
Κάλλιστα πειρῶ καὶ λέγειν καὶ μανθάνειν.
Κακὸν φυτὸν πέφυκεν ἐν βίῳ γυνή, καὶ κτώμεθ᾽ αὐτὰς ὡς ἀναγκαῖον κακόν.
Καιρῷ σκόπει τὰ πράγματ᾽, ἄνπερ νοοῦν ἔχῃς.
Κἀν τοῖς ἀγρροίκοις ἐστὶ παιδείας ἔρως.
Καλὸν φέρουσι καρπὸν οἱ σεμνοὶ τρόποι.
Κάλλιστον ἐν κήποισι φύεται ῥόδον.
Κατηγορεῖν οὐκ ἔστι καὶ κρίνειν ὁμοῦ.
Κέρδος πονηρὸν μηδέποτε βούλου λαβεῖν.
Καλῶς ἀκούειν μᾶλλον ἢ πλουτεῖν θέλε.
Καλὸν θέαμα δ᾽ ἐστὶν εὖ πράττων φίλος.
Κενῆς δὲ δόξης οὐδὲν ἀθλιώτερον.
Κρεῖττον σιωπᾶν ἐστιν ἢ λαλεῖν μάτην.
Καλὸν τὸ θνῄσκειν οἷς ὕβριν τὸ ζῆν φέρει.
Κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει.
Κακὸν φέρουσιν καρπὸν οἱ κακοὶ φίλοι.
Καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.
Καλὸν τὸ θησαύρισμα κειμένη χάρις.
Κρεῖσσον τὸ μὴ ζῆν ἐστιν ἢ ζῆν ἀθλίως.
Καλὸν δὲ καὶ γέροντι μανθάνειν σοφά.
Καλὸν δὲ νήφειν ἢ τὰ πολλὰ κραιπαλᾶν.
Καρπὸς δ᾽ ἀρετῆς δίκαιος εὔτακτος βίος.
Καλὸν τὸ νικᾶν ἀλλ᾽ ὑπερνικᾶν κακόν.
Κοινὸν ἀγαθὸν τοῦτ᾽ ἐστί, χρηστὸς εὐτυχῶν.
Καλῶς πένεσθαι κρεῖττον ἢ πλουτεῖν κακῶς.
Κέρδος πονηρὸν ζημίαν ἀεὶ φέρει.
Κακῷ σὺν ἀνδρὶ μηδ᾽ ὅλως ὁδοιπόρει.
Καιρὸς γὰρ δεσποτεύων καὶ πᾶσιν δύναμιν διδοῖ.
Καλόν γε γαστρὸς κἀπιθυμίας κρατεῖν.
Κάλλιστα Μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.
Καλὴ διαδοχὴ τοῦ γένους ἐπὶ τὰ τέκνα.
Κακοπραγμονεῖν γὰρ οὐ πρέπει τὸν ἐλεύθερον.
Κόλαζε κρίνων, ἀλλὰ μὴ θυμούμενος.
Λιμὴν ἀτυχίας ἐστὶν ἀνθρώποις τέχνη.
Λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον.
Λήσειν διὰ τέλους μὴ δόκει πονηρὸς ὤν.
Λόγος τις εὐχάριστος ἀπόδοσις καλή.
Λόγοις ἀμείβου τὸν λόγοις πείθοντά σε.
Λάμβανε πρόνοιαν τοῦ προσήκοντος βίου.
Λιμὴν πέφυκε πᾶσι παιδεία βροτοῖς.
Λόγῳ μ᾽ ἔπεισας φαρμάκῳ σοφωτάτῳ.
Λόγος διοικεῖ τὸν βροτῶν βίον μόνος.
Λογισμός ἐστι φάρμακον λύπης μόνος.
Λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.
Λαλεῖν μὲν οἶδας, τί δὲ λαλεῖς οὐκ αἰσθάνῃ.
Λεπτῶς γέ τοι ζῆν κρεῖσσον ἢ λαμπρῶς κακῶς.
Λαβὼν ἀπόδος, ἄνθρωπε, καὶ λήψῃ πάλιν.
Λιμὴν νεὼς ὅρμος, βίου δ᾽ ἀλυπία.
Λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.
Λιμὸς μέγιστον ἄλγος ἀνθρώποις ἔφυ.
Λιμῷ γὰρ οὐδέν ἐστιν ἀντειπεῖν ἔπος.
Λυποῦντα λύπει, καὶ φιλοῦνθ᾽ ὑπερφίλει.
Λυπεῖ με δοῦλος δεσπότου μεῖζον φρονῶν.
Λύπη παροῦσα πάντοτ᾽ ἐστὶν ἡ γυνή.
Λόγον παρ᾽ ἐχθροῦ μήποθ᾽ ἡγήσῃ φίλον.
Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος.
Λέοντι κρεῖττον ἢ γυναικὶ συμβιοῦν.
Λύει δὲ λύπην παντὸς ἀνθρώπου λόγος.
Λάλει τὰ μέτρια, μὴ λάλει δ᾽, ἃ μή σε δεῖ.
Λύπης ἰατρός ἐστιν ὁ χρηστὸς φίλος.
Μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.
Μὴ κρῖν᾽ ὁρῶν τὸ κάλλος, ἀλλὰ τὸν τρόπον.
Μεστὸν κακῶν πέφυκε φορτίον γυνή.
Μὴ πάντα πειρῶ πᾶσι πιστεύειν ἀεί.
Μιμοῦ τὰ σεμνά, μὴ κακῶν μιμοῦ τρόπους.
Μισθὸς διδάσκει γράμματ᾽, οὐ διδάσκαλος.
Μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν.
Μί᾽ ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί.
Μακάριος, ὅστις οὐσίαν καὶ νοῦν ἔχει.
Μισῶ σοφιστὴν τὴν πόλιν βλάπτοντά γε.
Μὴ φεῦγ᾽ ἑταῖρον ἐν κακοῖσι κείμενον.
Μακάριόν ἐστιν υἱὸν εὔτακτον τρέφειν.
Μηδέποτε σαυτὸν δυστυχῶν ἀπελπίσῃς.
Μὴ ᾽μβαινε δυστυχοῦντι· κοινὴ γὰρ τύχη.
Μακάριος, ὅστις ἔτυχε γενναίου φίλου.
Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής.
Μὴ σπεῦδ᾽ ἃ μὴ δεῖ, μηδ᾽ ἃ δεῖ σπεύδειν μένε.
Μὴ τοὺς κακοὺς οἴκτειρε πράττοντας κακῶς.
Μισῶ πένητα πλουσίῳ δωρούμενον.
Μέγιστον ὀργῆς ἐστι φάρμακον λόγος.
Μετὰ τὴν δόσιν τάχιστα γηράσκει χάρις.
Μέμνησο πλουτῶν τοὺς πένητας ὠφελεῖν.
Μένει δ᾽ ἑκάστῳ τοῦθ᾽ ὅπερ μέλλει παθεῖν.
Μακάριος, ὅστις μακαρίοις ὑπηρετεῖ.
Μή μοι γένοιθ᾽ ἃ βούλομ᾽, ἀλλ᾽ ἃ συμφέρει.
Μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει.
Μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον.
Μὴ λοιδόρει γυναῖκα μηδὲ νουθέτει.
Μέμνησο νέος ὢν ὡς γέρων ἔσῃ ποτέ.
Μήποτε λάβῃς γυναῖκας εἰς συμβουλίαν.
Μὴ σπεῦδε πλουτῶν, μὴ ταχὺς πένης γένῃ.
Μέγ᾽ ἐστὶ κέρδος, εἰ διδάσκεσθαι μάθῃς.
Μακάριος, ὅστις εὐτύχησεν εἰς τέκνα.
Μετὰ τῶν δικαίων τὰς διατριβὰς ποιοῦ.
Μὴ πρὸς τὸ κέρδος πανταχοῦ πειρῶ βλέπειν.
Μαστιγίας ἔγχαλκος ἀφόρητον κακόν.
Μηδὲν πονηρὸν πραγματεύου συμποιεῖν.
Μόνος βάδιζ᾽ ἢ δεύτερος, τρίτος δὲ μή.
Μηδέποτε πλούτει θάνατον εὐλαβούμενος.
Μετριοπαθὴς ὕπαρχε τοῖς συμπτώμασιν.
Μὴ μόνος ἐπίστασο, ἀλλὰ δοῦναι φίλοις.
Μηδένα νομίζετ᾽ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
Μὴ καταφρονήσῃς τοῦ πένητος εὐτυχῶν.
Μακάριος, ὅστις μὴ ἀπιστεῖν ἐπίσταται.
Μηδὲν ἀνακοινοῦ τῇ γυναικὶ χρήσιμον.
Μήποτε γάμει γυναῖκα κοὐκ ᾽ἀνοἴξεις τάφον.
Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα.
Μηδὲν λογίζου, πάντα καιρῷ γίνεται.
Μίσει τὸν ἐχθρόν, τὴν δ᾽ ἀλήθειαν λέγε.
Μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή.
Μακάριος ὅστις εὐτυχεῖ γενναῖος ὤν.
Μηδὲν ἀσεβῶν θεοῖσι θῦε· πολλὰ δ᾽ εὐσεβῶν δίδου.
Μέτρῳ πάντα μανθάνων δικαίως ποιεῖ.
Μηδέποτε καυχῶ πλοῦτον ἐν δόμοις ἔχων.
Μήτηρ ἁπάντων γαῖα καὶ κοινὴ τροφός.
Μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει.
Νόμῳ τὰ πάντα γίγνεται καὶ κρίνεται.
Νόμιζε κοινὰ πάντα δυστυχήματα.
Νικᾷ λογισμὸς τὴν παροῦσαν συμφοράν.
Νοεῖν γάρ ἐστι κρεῖττον καὶ σιγὴν ἔχειν.
Νύμφη δ᾽ ἄπροικος οὐκ ἔχει παρρησίαν.
Νόμοις ἕπεσθαι τοῖσιν ἐγχώροις καλόν.
Νέος πεφυκὼς πολλὰ χρηστὰ μάνθανε.
Νέμεσιν φυλάσσου, μηδὲν ὑπέρογκον ποίει.
Νέῳ δὲ σιγᾶν μᾶλλον ἢ λαλεῖν πρέπει.
Νικᾷ γὰρ αἰεὶ διαβολὴ τὰ κρείττονα.
Νόμιζ᾽ ἀδελφοὺς τοὺς ἀληθινοὺς φίλους.
Νέος ὢν ἀκούειν τῶν γεραιτέρων θέλε.
Νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
Νόμιζε σαυτῷ τοὺς γονεῖς εἶναι θεούς.
Νόμοις ἕπεσθαι πάντα δεῖ τὸν σώφρονα.
Νίκησον ὀργὴν τῷ λογίζεσθαι καλῶς.
Νόμιζε γήμας δοῦλος εἶναι διὰ βίου.
Νόσον δὲ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.
Νοῦς ἐστιν ὁ θεός· τοῦτον ᾽τὸν νοὖν ἔχειν καλόν.
Νὺξ μὲν ἀναπαύει, ἡμέρα δ᾽ ἔργον ποιεῖ.
Νικᾷ παλαιὰς χάριτας ἡ νέα χάρις.
Νόμιζε πάντα κοινὰ τῶν φίλων βάρη.
Νέον πῦρ ἐστιν ἡμῶν τοῦ βίου τὰ χρήματα.
Νέος ᾽ἐἂν πονήσῃς, γῆρας ἕξεις εὐθαλές.
Νόμοις ἕπεσθαι τοῖς βροτοῖς κλέος μέγα.
Νόμου δὲ χωρὶς οὐδὲν ᾽γίνεται ἐν βίῳ καλόν.
Νόμος πονηρὸς ἀνομίαν παρεμφαίνει.
Νοῦς ἐστι πάντων ἡγεμὼν τῶν χρησίμων.
Νόμιζε πλουτεῖν, ἂν φίλους πολλοὺς ἔχῃς.
Ξένους πένητας μὴ παραδράμῃς ἰδών.
Ξένοισι πιστοῖς πιστὸς ὢν γίνου φίλος.
Ξένοις ἐπαρκῶν τῶν ἴσων τεύξῃ ποτέ.
Ξένῳ μάλιστα συμφέρει τὸ σωφρονεῖν.
Ξίφος τιτρώσκει σῶμα, τὸν δὲ νοῦν λόγος.
Ξένος ὢν ἀκολούθει τοῖς ἐπιχωρίοις νόμοις.
Ξενία δὲ χαλεπὴ κατὰ πολλοὺς ᾽τοὺς τρόπους.
Ξενίας ἀεὶ φρόντιζε, μὴ καθυστέρει.
Ξένον ἀδικήσῃς μηδέποτε καιρὸν λαβών.
Ξυνετὸς πεφυκὼς φεῦγε τὴν κακουργίαν.
Ξένος ὢν ἀπράγμων ἴσθι καὶ πράξεις καλῶς.
Ξένον προτιμᾶν μᾶλλον ἀνθρώποις ἔθος.
Ξένους ξένιζε, μήποτε ξένος γένῃ.
Ξένῳ δὲ σιγᾶν κρεῖττον ἢ κεκραγέναι.
Ξένος πεφυκὼς τοὺς ξενίζοντας σέβου.
Ξένων ἀκούειν μὴ παραδεχθῇς ποτε.
Ξένον προτίμα καὶ φίλον κτήσῃ καλόν.
Ξένους νόμιζε τοὺς ἀρετῆς ὄντας ξένους.
Οὐκ ἔστιν οὐδείς, ὅστις οὐχ αὑτὸν φιλεῖ.
Οὐκ ἔστιν αἰσχρὸν ἀγνοοῦντα μανθάνειν.
Οὐκ ἔσθ᾽ ὑγιείας κρεῖττον οὐδὲν ἐν βίῳ.
Οὐκ ἔστι λύπης χεῖρον ἀνθρώποις κακόν.
Οὐδεὶς μετ᾽ ὀργῆς ἀσφαλῶς βουλεύεται.
Οὐκ ἔστι σοφίας κτῆμα τιμιώτερον.
Οὐκ ἔστι σιγᾶν αἰσχρόν, ἀλλ᾽ εἰκῆ λαλεῖν.
Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ ἐκφάνῃς φίλου.
Ὁ γράμματ᾽ εἰδὼς καὶ περισσὸν νοῦν ἔχει.
Ὁ σοφὸς ἐν αὑτῷ περιφέρει τὴν οὐσίαν.
Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
Ὁ πολὺς ἄκρατος ὀλίγ᾽ ἀναγκάζει φρονεῖν.
Ὁμιλίας δὲ τὰς γεραιτέρας φίλει.
Ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται.
Ὁ παρ᾽ ἡλικίαν νοῦς μῖσος ἐργάζεται.
Οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον φίλου.
Οὐδεὶς ὃ νοεῖς μὲν οἶδεν, ὃ δὲ ποιεῖς βλέπει.
Οἷς μὲν δίδωσιν, οἷς δ᾽ ἀφαιρεῖται τύχη.
Ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά.
Ὁ μηδὲν εἰδὼς οὐδὲν ἐξαμαρτάνει.
Οὐ δεῖ σε χαίρειν τοῖς δεδυστυχηκόσι.
Ὅτ᾽ εὐτυχεῖς μάλιστα, μὴ φρόνει μέγα.
Ὅπλον μέγιστόν ἐστιν ἡ ἀρετὴ βροτοῖς.
Ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.
Ὅμοια πόρνη δάκρυα καὶ ῥήτωρ ἔχει.
Οἴνῳ γὰρ ἐμποδίζεται τὸ συμφέρον.
Ὁ γραμμάτων ἄπειρος οὐ βλέπει βλέπων.
Ὁ λόγος ἰατρὸς ᾽ἐστι τοῦ κατὰ ψυχὴν πάθους.
Ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
Οὐ χρὴ φέρειν τὰ πρόσθεν ἐν μνήμῃ κακά.
Οὐκ ἔστι πενίας μεῖζον οὐδὲν ἐν βίῳ.
Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά.
Ὅρκον δὲ φεῦγε, κἂν δικαίως ὀμνύῃς.
Ὀχληρός ἐστ᾽ ἄνθρωπος ἐν νέοις γέρων.
Οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ.
Ὅπου βία πάρεστιν, οὐ σθένει νόμος.
Οὐκ ἔστιν, ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ.
Οὐδὲν σιωπῆς ἔστι χρησιμώτερον.
Ὁ χρηστὸς ὡς ἔοικε καὶ χρηστοὺς ποιεῖ.
Οὐ πανταχῆ δ᾽ ὁ φρόνιμος ἁρμόττειν δοκεῖ.
Ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον.
Οὐπώποτ᾽ ἐζήλωσα πολυτελῆ νεκρόν.
Οἴμοι, τὸ γὰρ ἄφνω δυστυχεῖν μανίαν ποιεῖ.
Ὁ συκοφάντης ἐστὶν ἐν πόλει λύκος.
Ὀργὴν ἑταίρου καὶ φίλου πειρῶ φέρειν.
Ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάνθ᾽ ὁρᾶν.
Ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών.
Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας.
Οὐδεὶς τὸ μέλλον ἀσφαλῶς βουλεύεται.
Οὐδὲν γυναικὸς χεῖρον οὐδὲ τῆς καλῆς.
Οὐδεὶς πυρέσσων χρῆμα δοὺς ἐπαύσατο.
Οὐκ ἔστιν, ὅστις τὴν τύχην οὐ μέμφεται.
Ὅπλον μέγιστον ἐν βροτοῖς τὰ χρήματα.
Ὁ χρόνος ἐπιμελὴς γίγνεται πάντων κριτής.
Ὀργίλος ἂν οὐδεὶς εὐτυχήσει᾽ ἐν βίῳ.
Οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ.
Οὐκ ἔστιν οὐδὲν ἀγριώτερον φθόνου.
Οὐ παντὸς ἀνδρός ἐστ᾽ ἐνέγκαι συμφοράν.
Οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν.
Ὅμοιον αὑτοῦ πᾶς τὸν οἰκέτην ποιεῖ.
Ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος.
Ὅπλον μέγιστόν ἐστιν ἀνθρώποις λόγος.
Ὅπου γυναῖκές εἰσι, πάντ᾽ ἐκεῖ κακά.
Οὐκ ἔστιν οὐδὲν σεμνὸν ὡς παρρησία.
Οὐ τῇ σχολῇ δεῖ, τῷ βίῳ δ᾽ εὐσχημονεῖν.
Ὁ βίος ἀδήλους τὰς μεταπτώσεις ἔχει.
Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν.
Πανήγυριν νόμιζε τόνδε τὸν βίον.
Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.
Πράττων τὰ σαυτοῦ, μὴ τὰ τῶν ἄλλων σκόπει.
Πολλῶν ὁ καιρὸς γίγνεται διδάσκαλος.
Προπέτεια πολλοῖς ἐστιν αἰτία κακῶν.
Πλούτῳ πεποιθὼς ἄδικα μὴ πειρῶ ποιεῖν.
Πενίαν φέρειν οὐ παντός, ἀλλ᾽ ἀνδρὸς σοφοῦ.
Πειρῶ φίλοισι μὴ κακοῖς εἶναι φίλος.
Πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ.
Πένης ὑπάρχων μὴ φρόνει τὰ πλουσίων.
Πᾶσιν γὰρ εὖ φρονοῦσι συμμαχεῖ τύχη.
Πονηρὸν ἄνδρα μηδέπω κτήσῃ φίλον.
Πάντ᾽ ἀνακαλύπτων ὁ χρόνος πρὸς φῶς φέρει.
Πένητας ἀργοὺς οὐ τρέφει ῥᾳθυμία.
Πολλοὶ τραπέζης, οὐκ ἀληθείας φίλοι.
Πολλοὶ γυναικῶν δυστυχοῦσιν εἵνεκα, πᾶσαι γάρ εἰσιν ἀρχιτέκτονες κακῶν.
Πλάνη βίον τίθησι σωφρονέστερον.
Πενία δ᾽ ἄτιμον καὶ τὸν εὐγενῆ ποιεῖ.
Πολλοὺς ὁ καιρὸς ἄνδρας οὐκ ὄντας ποιεῖ.
Πατὴρ ὁ θρέψας κοὐχ ὁ γεννήσας πατήρ.
Πρὸς εὖ λέγοντας οὐδὲν ἀντειπεῖν ἔχω.
Πίστις γὰρ ἀνδρῶν τιμιωτέρα λόγου.
Παντὶ βροτῷ θνῄσκοντι πᾶσα γῆ τάφος.
Πολλοὶ μαθηταὶ κρείττονες διδασκάλων.
Πολλοὺς κακῶς πράσσοντας ὤρθωσεν τύχη.
Πολυπραγμονεῖν τἀλλότρια μὴ βούλου κακά.
Ποθητός ἐστι πᾶς τις εὐπροσήγορος.
Πονηρός ἐστ᾽ ἄνθρωπος πᾶς τις ἀχάριστος.
Πενίαν φέρειν καὶ γῆράς ἐστι δύσκολον.
Πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.
Πολλοὶ σχολὴν ἄγουσιν εἰς τὰ χείρονα.
Πολλῶν ἰατρῶν εἴσοδός μ᾽ ἀπώλεσεν.
Πενίας βαρύτερον οὐδέν ἐστι φορτίον.
Πολιὰ χρόνου μήνυσις, οὐ φρονήσεως.
Πάντως γὰρ ὁ σοφὸς εὐτελείας ἀνέχεται.
Πολλοῖς κακοῖσιν ἡ τύχη παρίσταται.
Πάσας Προμηθεὺς τὰς γυναῖκας ἔπλασεν κακάς.
Πλὴν τῆς τεκούσης μὴ φιλεῖν ἄλλην θέλε.
Πολλὴ γάρ ἐστι τῶν γυναικῶν ἡ βλάβη.
Πατὴρ ἁπάντων καὶ τροφὸς θεὸς πέλει.
Πολλοὺς τρέφειν εἴωθε τἀδικήματα.
Πόλεις ὅλας ἠφάνισε διαβολὴ κακή.
Πολλοὺς ὁ πόλεμος δι᾽ ὀλίγους ἀπώλεσεν.
Πονηρὸς ἀνὴρ χρηστὸς οὐκ᾽έτ᾽ ἔσται ποτέ.
Πολλὰς μεταβολὰς ὁ βίος ἡμῶν λαμβάνει.
Προσέχων ὅδευε τὴν βίου μακρὰν ὁδόν.
Πατέρα τίμα. τὴν δὲ τεκοῦσαν σέβου.
Πειρῶ βλάβην σὺ μᾶλλον ἢ δίκας ἔχειν.
Πρόνοιαν ἀγαθοῦ πανταχοῦ ποιοῦ, φίλος.
Πλάναισι τὸ ζῆν πᾶς διοικεῖται βίος.
Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς.
Πονηρόν ἐστι καὶ ἄδικον γένος φθόνος.
Πλούσιος ὑπάρχων μὴ φρόνει ὑπὲρ μέτρον.
Πολλοὶ κακῶς πράττουσιν οὐκ ὄντες κακοί.
Πολλοὶ τραπεζῶν, οὐ φίλων εἰσὶν φίλοι.
Πλούτου γὰρ ἀρετήν, δόξαν ἐξ αὐτῆς ποίει.
Πλούτου πλέον πέφυκεν ἁρετὴ βροτοῖς.
Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.
Πρὸς τὴν ἀνάγκην οὐδὲ εἷς ἀνθίσταται.
Πενόμενον ᾽ἐἂν ἴδωσ᾽ιν, κάμπτουσιν φίλοι.
Πάντῃ γάρ ἐστι πάντα τε βλέπει θεός.
Ῥοπή ᾽στιν ἡμῶν ὁ βίος, ὥσπερ ὁ ζυγός.
Ῥῆμα παρὰ καιρὸν ῥηθὲν ἀνατρέπει βίον.
Ῥέγχει παρούσης τῆς τύχης τὰ πράγματα.
Ῥίψας λόγον τις οὐκ ἀναιρεῖται πάλιν.
Ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται.
Ῥᾳθυμία ᾽στὶ τοῦ βίου παντὸς φθορά.
Ῥᾳθυμίαν γὰρ φεῦγε καὶ κακοὺς φίλους.
Ῥᾳθυμίαν δ᾽ ἅπασαν ἐκτρέπου, φίλε.
Ῥᾴθυμος ἐὰν ᾖς πλούσιος, πένης ἔσῃ.
Ῥᾳθυμία γε τὰ πόλλ᾽ ἐλαττοῦσθαι ποιεῖ.
Ῥᾷον βίον ζῇς, ἢν γυναῖκα μὴ τρέφῃς.
Ῥύου δὲ σαυτὸν παντὸς ἐκ φαύλου τρόπου.
Ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος.
Ῥυπαρὸς ὑπάρχων χρηστὸν οὐχ ἕξεις φίλον.
Σύμβουλος ἐσθλός, μὴ κακὸς γίνου φίλοις.
Σοφοῦ παρ᾽ ἀνδρὸς προσδέχου συμβουλίαν.
Σοφία γάρ ἐστι καὶ μαθεῖν ὃ μὴ νοεῖς.
Σοφία σοφῶν γὰρ γίγνεται συμβουλία.
Στρέφει δὲ πάντα τἀν βίῳ μικρὰ τύχη.
Σιγή ποτ᾽ ἐστὶν αἱρετωτέρα λόγου.
Σιγᾶν ἄμεινον ἢ λαλεῖν ἃ μὴ πρέπει.
Σαυτὸν φύλαττε τοῖς τρόποις ἐλεύθερον.
Σοφὸς γὰρ οὐδεὶς ὃς τὰ πάντα προσκοπ᾽τεῖ.
Σοφοῦ παρ᾽ ἀνδρὸς πρῶτος εὑρέθη λόγος.
Σύμβουλος οὐδείς ἐστι βελτίων χρόνου.
Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον.
Σὺν τοῖς φίλοισιν εὐτυχεῖν ἀεὶ θέλε.
Σωτηρίας σημεῖον ἥμερος τρόπος.
Σοφοῦ παρ᾽ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
Σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας.
Στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες.
Στερρῶς φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.
Συζῆν κακοῖσι μηδὲ πειρῶ τὸ σύνολον. Σ
έβου τὸ θεῖον, μὴ ἐξετάζων πῶς ἔχει.
Σύμβουλος ἀγαθῶν, μὴ κακῶν εἶναι θέλε.
Τῶν δυστυχούντων εὐτυχὴς οὐδεὶς φίλος.
Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
Τῆς ἐπιμελείας πάντα δοῦλα γίγνεται.
Τὰ μικρὰ κέρδη μείζονας βλάβας φέρει.
Τὸ κέρδος ἡγοῦ κέρδος, ἂν δίκαιον ᾖ.
Τὴν τῶν κρατούντων μάθε φέρειν ἐξουσίαν.
Τρόπος δίκαιος κτῆμα τιμιώτατον.
Τύχη τὰ θνητῶν πράγματ᾽, οὐκ εὐβουλία.
Τὰ χρήματ᾽ ἀνθρώποισιν εὑρίσκει φίλους.
Τάχισθ᾽ ὁ καιρὸς μεταφέρει τὰ πράγματα.
Τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς.
Τὸ μηδὲν εἰκῆ πανταχοῦ ᾽στι χρήσιμον.
Τὸ πολλὰ πράττειν ἐστὶ πανταχοῦ σαπρόν.
Ταὐτόματον ἡμῶν καλλίω βουλεύεται.
Τὸν εὖ ποιοῦνθ᾽ ἕκαστος ἡδέως ὁρᾷ.
Τύχη τέχνην ὤρθωσεν, οὐ τέχνη τύχην.
Τυφλὸν δὲ καὶ δύστηνον ἀνθρώποις βίος.
Τὸ γὰρ θανεῖν οὐκ αἰσχρόν, ἀλλ᾽ αἰσχρῶς θανεῖν.
Τέθνηκ᾽ ἐν ἀνθρώποισιν πᾶσα γὰρ χάρις.
Ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή.
Τὰ θνητὰ πάντα μεταβολὰς πολλὰς ἔχει.
Τοὺς τῆς φύσεως οὐκ ἔστι μανθάνειν νόμους.
Τὸν αὐτὸν αἰνεῖν καὶ ψέγειν ἀνδρὸς κακοῦ.
Τῶν εὐτυχούντων πάντες εἰσὶ συγγενεῖς.
Τὸ ζῆν ἀλύπως ἐστὶν ἥδιστος βίος.
Τὸ πολλὰ πράττειν πολλὰς καὶ λύπας ἔχει.
Τἀληθὲς ἀνθρώποισιν οὐχ εὑρίσκεται.
Τῶν γὰρ πενήτων εἰσὶν οἱ λόγοι κενοί.
Τιμώμενοι γὰρ πάντες ἥδονται βροτοί.
Τῶν εὐτυχούντων πάντες ἄνθρωποι φίλοι.
Τὰ δ᾽ αἰσχρὰ κέρδη συμφορὰς ἐργάζεται.
Τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Τὸ ζῆν ἀλύπως ἀνδρός ἐστιν εὐτυχοῦς.
Τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ.
Τερπνὸν κακὸν πέφυκεν ἀνθρώποις γυνή.
Τὸ γὰρ τρέφον με τοῦτ᾽ ἐγὼ κρίνω θεόν.
Τὸ γνῶθι σαυτὸν πᾶσ᾽ιν χρήσιμον πέλει.
Τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται.
Τὸν δεινὰ δρῶντα καὶ παθεῖν κακῶς μένει.
Τὸ μὴ δικαίως εὐσεβεῖν φέρει ψόγον.
Τὴν ἐπιμέλειαν παντὸς ἡγοῦ κυρίαν.
Τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
Τὸν ἐλεύθερον δεῖ πανταχοῦ φρονεῖν μέγα.
Τύχην ἔχεις, κάθευδε, μὴ λίαν πόνει, εἰ δ᾽ οὐκ ἔχεις, κάθευδε, μὴ μάτην πόνει.
Τὸ ψεῦδος ὠχύρωκε τὴν πονηρίαν. Τοῦ ζῆν τὸ μὴ ζῆν ἐστιν αἱρετώτερον.
Τὸν καιρὸν εὔχου πάντοθ᾽ ἵλεων ἔχειν.
Τὸ πολλὰ τολμᾶν πόλλ᾽ ἁμαρτάνειν ποιεῖ.
Τοῦτ᾽ ἐστὶ τὸ ζῆν μὴ σεαυτῷ ζῆν μόνον.
Τρισάθλιος γυναικὶ πιστεύων ἀνήρ.
Ὑφ᾽ ἡδονῆς ὁ φρόνιμος οὐχ ἁλίσκεται.
Ὑπὲρ σεαυτοῦ μὴ φράσῃς ἐγκώμιον.
Ὑγίεια καὶ νοῦς ἀγαθὰ τῷ βίῳ πέλει.
Ὑπόνοια δεινόν ἐστιν ἀνθρώποις κακόν.
Ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε.
Ὕπνος θανάτου γὰρ προμελέτησις τυγχάνει.
Ὕπνος δὲ πάσης ἐστὶν ὑγίεια νόσου.
Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια.
Ὑπὸ τῆς ἀνάγκης πάντα δουλοῦται ταχύ.
Ὑπὸ τῆς ἀνάγκης πολλὰ γίγνεται κακά.
Ὑπερήφανον πρᾶγμ᾽ ἐστὶν ὡραία γυνή.
Υἱῷ μέγιστον ἀγαθόν ἐστ᾽ ἔμφρων πατήρ.
Ὕπνος πέφυκε σωμάτων σωτηρία.
Ὕπνος δὲ πεῖναν τὴν κατ᾽ ἔσχατον δαμᾷ.
Ὑπὲρ σεαυτοῦ καὶ φίλου μάχου πάνυ.
Ὕβριν δὲ τίκτει πλοῦτος ἢ φειδὼ βίου.
Ὕφασμ᾽ ὑφαίνειν μάνθανε στροφὰς λόγων.
Ὑπερηφανία μέγιστον ἀνθρώποις κακόν.
Ὕβρις κακὸν μέγιστον ἀνθρώποις ἔφυ.
Ὑπὲρ γυναικὸς καὶ φίλου πονητέον.
Ὕπουλος ἀνὴρ δίκτυον κεκρυμμένον.
Ὕδωρ θαλάσσης ὁ τρόπος τῶν δυσκόλων.
Φρόνημα λιπαρὸν οὐδαμῶς ἀναλίσκεται.
Φίλον δι᾽ ὀργὴν ἐν κακοῖσι μὴ προδῷς.
Φύσιν πονηρὰν μεταβαλεῖν οὐ ῥᾴδιον.
Φοβοῦ τὸ γῆρας· οὐ γὰρ ἔρχεται μόνον.
Φίλος φίλῳ γὰρ συμπονῶν αὑτῷ πονεῖ.
Φίλων τρόπους γίνωσκε, μὴ μίσει δ᾽ ὅλως.
Φίλος με λυπῶν οὐδὲν ἐχθροῦ διαφέρει.
Φεῦγ᾽ ἡδονὴν φέρουσαν ὕστερον βλάβην.
Φίλων ἔπαινον μᾶλλον ἢ σαυτοῦ λέγε.
Φθείρουσιν ἤθη χρήσθ᾽ ὁμιλίαι κακαί.
Φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί.
Φίλους ἔχων νόμιζε θησαυροὺς ἔχειν.
Φιλόπονος ἴσθι καὶ βίον κτήσῃ καλόν.
Φεύγειν ἀεὶ δεῖ δεσπότας θυμουμένους.
Φέρειν ἀνάγκη θνητὸν ὄντα τὴν τύχην.
Φιλεῖ δ᾽ ἑαυτοῦ πλεῖον οὐδεὶς οὐδένα.
Φιλίας δικαίας κτῆσις ἀσφαλεστάτη.
Φασὶν κακίστους οἱ πονηροὶ τοὺς καλούς.
Φίλον βέβαιον ἐν κακοῖσι μὴ φοβοῦ.
Φρονοῦντός ἐστι ζημίαν πρᾴως φέρειν.
Φῶς ἐστι τῷ νῷ πρὸς θεὸν βλέπειν ἀεί.
Φίλος φίλου δεόμενος οὐκ ἔστιν φίλος.
Χειμὼν μεταβάλλει ῥᾳδίως εἰς εὐδίαν.
Χρηστὸς πονηροῖς οὐ τιτρώσκεται λόγοις.
Χειμὼν κατ᾽ οἴκους ἐστὶν ἀνδράσιν γυνή.
Χάριν φίλοις εὔκαιρον ἀπόδος ἐμ μέρει.
Χάριν χαρίζου, καθ᾽ ὅσον ἰσχύειν δοκεῖς.
Χρυσὸς δ᾽ ἀνοίγει πάντα καὶ χαλκᾶς πύλας.
Χάριν λαβὼν μέμνησο καὶ δοὺς ἐπιλαθοῦ.
Χάριτας δικαίας καὶ δίδου καὶ λάμβανε.
Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος.
Χαλεπὸν τὸ γῆράς ἐστιν ἀνθρώποις βάρος.
Χρόνος δ᾽ ἀμαυροῖ πάντα κεἰς λήθην ἄγει.
Χεὶρ χεῖρα νίπτει, δάκτυλοι δὲ δακτύλους.
Χαίρειν ἐπ᾽ αἰσχροῖς οὐδέποτε χρὴ πράγμασιν.
Χωρισμὸς φίλων δοκιμαστήριον φιλίας.
Χρηστὴ γυνὴ κτῆμ᾽ ἐστὶν ἀνδρὶ σώφρονι.
Χαλεπὸς θεατὴς ἀσυνέτως καθήμενος.
Χωρὶς γυναικὸς ἀνδρὶ κακὸν οὐ γίγνεται.
Χαίρειν προσήκει τοῖς παθῶν ἐλευθέροις.
Χρόνος τὰ κρυπτὰ πάντα πρὸς τὸ φῶς φέρει.
Ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος.
Ψευδόμενος οὐδεὶς λανθάνει πολὺν χρόνον.
Ψυχὴν ἔθιζε πρὸς τὰ χρηστὰ πράγματα.
Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον.
Ψυχῆς μέγας χαλινὸς ἀνθρώποις ὁ νοῦς.
Ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται.
Ψεῦδος δὲ μισεῖ πᾶς σοφὸς καὶ χρήσιμος.
Ψυχῆς ἀρχαίας οὐδέν ἐστι γλυκύτερον.
Ψυχῆς ἐπιμέλου τῆς σεαυτοῦ καθὰ δύνῃ.
Ψεῦδος μέγιστόν ἐστιν ἀνθρώποις κακόν.
Ψεῦδος ταπεινοῖ τοὺς ἄγαν ἐπωμότας.
Ψυχῆς ὄλεθρός ἐστι σωμάτων ἔρως.
Ὡς χαρίεν ἔστ᾽ ἄνθρωπος, ἂν ἄνθρωπος ᾖ.
Ὡς αἰσχρὸν ἀνθρώποισίν ἐστ᾽ ἀπληστία.
Ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
Ὡς ἡδὺ τὸ ζῆν μὴ φθονούσης τῆς τύχης.
Ὡς αἰσχρὸν εὖ ζῆν ἐν πονηροῖς ἤθεσιν.
Ὡς ἡδὺ κάλλος, ὅταν ἔχῃ νοῦν σώφρονα.
Ὡς ἡδὺ δούλῳ δεσπότου χρηστοῦ τυχεῖν.
Ὡς ἡδὺ τῷ σωθέντι μεμνῆσθαι πόνων.
Ὥς ἐστ᾽ ἄπιστον ἡ γυναικεία φύσις.
Ὦ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ.
Ὡς εὐκόλως πίπτουσιν αἱ λαμπραὶ τύχαι.
Ὡς πολλὰ διὰ τὰς ἡδονὰς λυπούμεθα.
Ὡς οὐδὲν οἶδ᾽ ἄνθρωπος ὧν μέλλει ποιεῖν.
Ὡς οὐδὲν ἡ μάθησις, ἂν μὴ νοῦς παρῇ.
Ὦ Ζεῦ, τὸ πάντων κρεῖττόν ἐστι νοῦν ἔχειν.
Ὡς πάντα τιμῆς ἐστι πλὴν τρόπου κακοῦ.
Ὡς χρηστὰ πράττειν κρεῖττόν ἐστ᾽ ἐλευθέρως.
Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων, ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας.
Ὡς ἡδὺς ὁ βίος, ἄν τις αὐτὸν μὴ μάθῃ.
Ὡς μέγα τὸ μικρόν ἐστιν ἐν καιρῷ δοθέν.
Ὥρα τὰ πάντα τοῦ βίου κρίνει καλῶς.
Ὡς ποικίλον πρᾶγμ᾽ ἐστὶ καὶ πλάνον τύχη.
Ὡς πολλὰ θνητοῖς ἡ σχολὴ ποιεῖ κακά.
Ὧν ἦρξε γαστήρ, τὸ φρονεῖν ἀφῃρέθη.
Ὦ γῆρας ἀνθρώποισιν εὐκταῖον κακό
- Με τέτοιους σοφούς έγινε μεγίστη η Ελλάς - Αυτός είναι ο δικός μου Προπάτωρ......

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Περί Εμού

μετάφραση

ΕΙΠΑΝ - ΕΓΡΑΨΑΝ

ΕΙΜΑΣΤΕ ΟΛΟΙ ΕΛΛΗΝΕΣ ΤΩΡΑ! - Λένε οι Ιρλανδοί!!!

ΘΑ ΣΥΜΒΕΙ ΣΤΗΝ ΕΛΛΑΔΑ - It will happen to Greece

Argentina's Economic Collapse (FULL VERSION)

The Money Masters-Οι Αφέντες του Χρήματος

mad.tv

Ακου Βαγγέλη "Vangelis"

Ακου-Διαβάζοντας Long

Ακου-Διαβάζοντας small

Ακου Jazz-Blues

Ράδιο-Δισκοθήκη

Dalkas 88.2 Chalkida, GR >

ειδήσεις απο cebil

Ψάξτε Φθηνότερη Βενζίνη

Archaeology Daily News

Ο Καιρός Σήμερα

Estar

Μην

Ύμνος